leonidas
τὴν μικρήν με λέγουσι, καὶ οὐκ ἴσα ποντοπορεύσαις
ναυσὶ διιθύνειν ἄτρομον εὐπλοΐην
οὐκ ἀπόφημι δ᾽ ἐγώ: βραχὺ μὲν σκάφος, ἀλλὰ θαλάσσῃ
πᾶν ἴσον οὐ μέτρων ἡ κρίσις, ἀλλὰ τύχης.
ἔστω πηδαλίοις ἑτέρῃ πλέον ἄλλο γὰρ ἄλλῃ
θάρσος: ἐγὼ δ᾽ εἴην δαίμοσι σῳζομένη.