archias
Θρήικας αἰνείτω τις, ὅτι στοναχεῦσι μὲν υἷας
μητέρος ἐκ κόλπων πρὸς φάος ἐρχομένους,
ἔμπαλι δ᾽ ὀλβίζουσιν ὅσους αἰῶνα λιπόντας
ἀπροϊδὴς Κηρῶν λάτρις ἔμαρψε Μόρος.
οἱ μὲν γὰρ ζώοντες ἀεὶ παντοῖα περῶσιν
ἐς κακά, τοὶ δὲ κακῶν εὗρον ἄκος φθίμενοι.