flavius cyrus
αἴθε πατήρ μ᾽ ἐδίδαξε δασύτριχα μῆλα νομεύειν,
ὥς κεν ὑπὸ πτελέῃσι καθήμενος, ἢ ὑπὸ πέτρῃς
συρίσδων καλάμοισιν ἐμὰς τέρπεσκον ἀνίας.
Πιερίδες, φεύγωμεν ἐυκτιμένην πόλιν ἄλλην
πατρίδα μαστεύσωμεν. ἀπαγγελέω δ᾽ ἄρα πᾶσιν
ὡς ὀλοοὶ κηφῆνες ἐδηλήσαντο μελίσσας.