anonymi epigrammatici
ἐλθὼν εἰς ἀίδην, ὅτε δὴ σοφὸν ἤνυσε γῆρας,
Διογένης ὁ κύων Κροῖσον ἰδὼν ἐγέλα,
καὶ στρώσας ὁ γέρων τὸ τριβώνιον ἐγγὺς ἐκείνου,
τοῦ πολὺν ἐκ ποταμοῦ χρυσὸν ἀφυσσαμένου,
εἶπεν
ἐμοὶ καὶ νῦν πλείων τόπος: ὅσσα γὰρ εἶχον,
πάντα φέρω σὺν ἐμοί: Κροῖσε, σὺ δ᾽ οὐδὲν ἔχεις.