anonymi epigrammatici
τὸν βίον, Ἡράκλειτε, πολὺ πλέον ἤπερ ὅτ᾽ ἔζης
δάκρυε: νῦν ὁ βίος ἔστ᾽ ἐλεεινότερος.
τὸν βίον ἄρτι γέλα, Δημόκριτε, τὸ πλέον ἢ πρὶν
νῦν ὁ βίος πάντων ἐστὶ γελοιότερος.
εἰς ὑμέας δὲ καὶ αὐτὸς ὁρῶν, τὸ μεταξὺ μεριμνῶ
πῶς ἅμα σοὶ κλαύσω, πῶς ἅμα σοὶ γελάσω.