agathias scholasticus
ἅδε ποθ᾽ ἁ κλεινὰ Πριάμου πόλις, ἃν ἀλαπάξαι
Ἑλλάνων δεκέτης οὐκ ἐτάλασσεν ἄρης
ἀμφαδόν, ἀλλ᾽ ἵπποιο κακὸν ξύλον. αἴθε δ᾽ Ἐπειὸς
κάτθανε πρὶν τεῦξαι δουρατέαν παγίδα.
οὐ γὰρ ἄν, Ἀτρειδᾶν ὀροφηφάγον ἁψαμένων πῦρ,
οὕτω ἐφ᾽ ἁμετέροις λάεσιν ἠριπόμαν.