anonymi epigrammatici
ὁ πρὶν ἐπ᾽ Ἀλφειῷ στεφανηφόρος, ὦνερ, ὁ τὸ πρὶν
δισσάκι κηρυχθεὶς Κασταλίης παρ᾽ ὕδωρ,
ὁ πρὶν ἐγὼ Νεμέῃ βεβοημένος, ὁ πρὶν ἐπ᾽ Ἰσθμῷ
πῶλος, ὁ πρὶν πτηνοῖς ἶσα δραμὼν ἀνέμοις,
νῦν ὅτε γηραιός, γυροδρόμον ἠνίδε πέτρον
δινεύω, στεφέων ὕβρις, ἐλαυνόμενος.