antipater
βούπαις ὡπόλλων τόδε χάλκεον ἔργον Ὀνατᾶ,
ἀγλαΐης Λητοῖ καὶ Διὶ μαρτυρίη,
οὔθ᾽ ὅτι τῆσδε μάτην Ζεὺς ἤρατο, χὤτι κατ᾽ αἶνον
ὄμματα καὶ κεφαλὴν ἀγλαὸς ὁ Κρονίδης.
οὐδ᾽ Ἥρῃ νεμεσητὸν ἐχεύατο χαλκὸν Ὀνατᾶς,
ὃν μετ᾽ Ἐλειθυίης τοῖον ἀπεπλάσατο. [p. 126]