boethus
εἰ τοῖος Διόνυσος ἐς ἱερὸν ἦλθεν Ὄλυμπον,
κωμάζων Λήναις σύν ποτε καὶ Σατύροις,
οἷον ὁ τεχνήεις Πυλάδης ὠρχήσατο κεῖνον,
ὀρθὰ κατὰ τραγικῶν τέθμια μουσοπόλων,
παυσαμένη ζήλου Διὸς ἂν φάτο σύγγαμος Ἥρη:
‘ ἐψεύσω, Σεμέλη, Βάκχον ἐγὼ δ᾽ ἔτεκον.’ [p. 132]