quintus maecius
Εὐπέταλον γλαυκὰν ἀναδενδράδα τάνδε παρ᾽ ἄκραις
ἱδρυθεὶς λοφιαῖς Πὰν ὅδ᾽ ἐπισκοπέω.
εἰ δέ σε πορφύροντος ἔχει πόθος, ὦ παροδῖτα,
βότρυος, οὐ φθονέω γαστρὶ χαριζομένῳ:
ἢν δὲ χερὶ ψαύσῃς κλοπίῃ μόνον, αὐτίκα δέξῃ
ὀζαλέην βάκτρου τήνδε καρηβαρίην.