antiphanes
ἡ πάρος εὐύδροισι λιβαζομένη προχοαῖσι,
πτωχὴ νῦν νυμφῶν μέχρι καὶ εἰς σταγόνα:
λυθρώδεις γὰρ ἐμοῖσιν ἐνίψατο νάμασι χεῖρας
ἀνδροφόνος, κηλῖδ᾽ ὕδασιν ἐγκεράσας:
ἐξ οὗ μοι κοῦραι φύγον ἥλιον, ‘ εἰς ἕνα Βάκχον,’
εἰποῦσαι, ‘νύμφαι μισγόμεθ᾽, οὐκ ἐς Ἄρη. ’ [p. 138]