philippus
θάμνου ποτ᾽ ἄκρους ἀμφὶ κλῶνας ἥμενος
τέττιξ πτερῷ, φλέγοντος ἡλίου μέσου,
νηδὺν ῥαπίζων, δαίδαλ᾽ αὐτουργῷ μέλει
ἡδὺς κατωργάνιζε τῆς ἐρημίας.
Κρίτων δ᾽, ὁ πάσης ἰξοεργὸς Πιαλεὺς
θήρης, ἀσάρκου νῶτα δουνακεύσατο.
τίσιν δ᾽ ἔτισεν εἰς γὰρ ἠθάδας πάγας
σφαλεὶς ἀλᾶται παντὸς ἱμείρων πτεροῦ.