apollonides
καὶ πότε δὴ νήεσς1᾽ ἄφοβος πόρος, εἰπέ, θάλασσα,
εἰ καὶ ἐν ἀλκυόνων ἤμασι κλαυσόμεθα,
ἀλκυόνων, αἷς πόντος ἀεὶ στηρίξατο κῦμα
νήνεμον, ὡς κρῖναι χέρσον ἀπιστοτέρην;
ἀλλὰ καὶ ἡνίκα μαῖα καὶ ὠδίνεσσιν ἀπήμων
αὐχεῖς, σὸν φόρτῳ δῦσας Ἀριστομένην.