pompeius macer Junior
εἰ καὶ ἐρημαίη κέχυμαι κόνις ἔνθα Μυκήνη,
εἰ καὶ ἀμαυροτέρη παντὸς ἰδεῖν σκοπέλου, [p. 18]
Ἴλου τις καθορῶν κλεινὴν πόλιν, ἧς ἐπάτησα
τείχεα, καὶ Πριάμου πάντ᾽ ἐκένωσα δόμον,
γνώσεται ἔνθεν ὅσον πάρος ἔσθενον. εἰ δέ με γῆρας
ὕβρισεν, ἀρκοῦμαι μάρτυρι Μαιονίδῃ.