philippus
οὐκέτι πυργωθεὶς ὁ φαλαγγομάχας ἐπὶ δῆριν
ἄσχετος ὁρμαίνει μυριόδους ἐλέφας,
ἀλλὰ φόβῳ στείλας βαθὺν αὐχένα πρὸς ζυγοδέσμους,
ἄντυγα διφρουλκεῖ Καίσαρος οὐρανίου.
ἔγνω δ᾽ εἰρήνης καὶ θὴρ χάριν ὄργανα ῥίψας
Ἄρεος, εὐνομίης ἀντανάγει πατέρα.