lollius bassus
οὐλόμεναι νήεσσι Καφηρίδες, αἵ ποτε νόστον
ὠλέσαθ᾽ Ἑλλήνων καὶ στόλον Ἰλιόθεν,
πυρσὸς ὅτε ψεύστας χθονίης δνοφερώτερα νυκτὸς
ἧψε σέλα, τυφλὴ δ᾽ ἔδραμε πᾶσα τρόπις
χοιράδας ἐς πέτρας, Δαναοῖς πάλιν Ἴλιος ἄλλη
ἔπλετε, καὶ δεκέτους ἐχθρότεραι πολέμου.
καὶ τὴν μὲν τότ᾽ ἔπερσαν ἀνίκητος δὲ Καφηρεύς.
Ναύπλιε σοὶ χάρμην Ἑλλὰς ἔκλαυσε δάκρυ. [p. 156]