philippus
πουλὺ Λεωνίδεω κατιδὼν δέμας αὐτοδάικτον
Ξέρξης ἐχλαίνου φάρεϊ πορφυρέῳ: [p. 158]
κἠκ νεκύων δ᾽ ἤχησεν ὁ τᾶς Σπάρτας πολὺς ἥρως:
οὐ δέχομαι προδόταις μισθὸν ὀφειλόμενον
ἀσπὶς ἐμοὶ τύμβου κόσμος μέγας: αἶρε τὰ Περσῶν
χἤξω κεἰς ἀΐδην ὡς Λακεδαιμόνιος