apollonides
Σκύλλος, ὅτε Ξέρξου δολιχὸς στόλος Ἑλλάδα πᾶσαν
ἤλαυνεν, βυθίην εὕρετο ναυμαχίην,
Νηρῆος λαθρίοισιν ὑποπλεύσας τενάγεσσι,
καὶ τὸν ἀπ᾽ ἀγκύρης ὅρμον ἔκειρε νεῶν.
αὔτανδρος δ᾽ ἐπὶ γῆν ὠλίσθανε Περσὶς ἄναυδος
ὀλλυμένη, πρώτη πεῖρα Θεμιστοκλέους. [p. 160]