antipater
εἰνοδίην καρύην με παρερχομένοις ἐφύτευσαν
παισὶ λιθοβλήτου παίγνιον εὐστοχίης. [p. 4]
πάντας δ᾽ ἀκρεμόνας τε καὶ εὐθαλέας ὀροδάμνους
κέκλασμαι, πυκιναῖς χερμάσι βαλλομένη.
δένδρεσιν εὐκάρποις οὐδὲν πλέον ἦ γὰρ ἔγωγε
δυσδαίμων ἐς ἐμὴν ὕβριν ἐκαρποφόρουν.