antipater
τὸ βρέφος Ἑρμώνακτα διεχρήσασθε μέλισσαι
(φεῦ κύνες) ἑρπυστήν, κηρία μαιόμενον
πολλάκι δ᾽ ἐξ ὑμέων ἐψισμένον ὠλέσατ᾽, αἰαῖ,
κέντροις. εἰ δ᾽ ὀφίων φωλεὰ μεμφόμεθα,
πείθεο Λυσιδίκῃ καὶ Ἀμύντορι μηδὲ μελίσσας
αἰνεῖν κἀκείναις πικρὸν ἔνεστι μέλι.