diodorus zonas
ὦνερ, τᾶν βαλάνων τὰν ματέρα φείδεο κόπτειν,
φείδεο: γηραλέαν δ᾽ ἐκκεράϊζε πίτυν,
ἢ πεύκαν, ἢ τάνδε πολυστέλεχον παλίουρον,
ἢ πρῖνον, ἢ τὰν αὐαλέαν κόμαρον
τηλόθι δ᾽ ἴσχε δρυὸς πέλεκυν κοκύαι γάρ ἔλεξαν
ἁμῖν ὡς πρότεραι ματέρες ἐντὶ δρύες.