previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


stephanus
Ἀκρόστιχα εἰς τὴν Ἰλιάδα κατὰ ῥαψῳδίαν
ἄλφα λιτὰς Χρύσου, λοιμὸν στρατοῦ, ἔχθος ἀνάκτων,
βῆτα δ᾽ ὄνειρον ἔχει, ἀγορήν, καὶ νῆας ἀριθμεῖ.
γάμμα δ᾽ ἄρ᾽ ἀμφ᾽ Ἑλένης οἴοις μόθος ἐστὶν ἀκοίταις.
Δέλτα θεῶν ἀγορή, ὅρκων χύσις, ἄρεος ἀρχή.
εἶ, βάλλει Κυθέρειαν Ἄρηά τε Τυδέος υἱός:
ζῆτα δ᾽ ἄρ᾽ Ἀνδρομάχης καὶ Ἕκτορός ἐστ᾽ ὀαριστύς.
ἦτα δ᾽, Αἴας πολέμιζε μόνῳ μόνος Ἕκτορι δίῳ.
θῆτα, θεῶν ἀγορή, Τρώων κράτος, Ἕκτορος εὖχος.
ἐξεσίη δ᾽ Ἀχιλῆος ἀπειθέος ἐστὶν Ἰῶτα:
κάππα δ᾽ ἄρ᾽ ἀμφοτέρων σκοπιαζέμεν ἢλυθον ἄνδρες.
λάμβδα δ᾽, ἀριστῆας Δαναῶν βάλον Ἕκτορος ἄνδρες.
Μῦ Τρώων παλάμῃσι κατήριπε τεῖχος Ἀχαιῶν.
νῦ δέ, Ποσειδάων Δαναοῖς κράτος ὤπασε λάθρῃ.
Ξῖ, Κρονίδην λεχέεσσι σὺν ὕπνῳ τ᾽ ἤπαφεν Ἥρη.
οὖ, Κρονίδης κεχόλωτο Ποσειδάωνι καὶ Ἥρῃ.
πῖ, Πάτροκλον ἔπεφνεν ἀρήιον Ἕκτορος αἰχμή.
ῥῶ, Δαναοὶ Τρῶές τε νέκυν πέρι χεῖρας ἔμισγον.
σῖγμα, Θέτις Ἀχιλῆι παρ᾽ Ἡφαίστου φέρεν ὅπλα:
ταῦ δ᾽, ἀπέληγε χόλοιο, καὶ ἔκθορε δῖος Ἀχιλλεύς.
, μακάρων ἔρις ὦρτο, φέρει δ᾽ ἐπὶ κάρτος Ἀχαιοῖς.
φῖ, κρατερῶς κατὰ χεύματ᾽ ἐδάμνατο Τρῶας Ἀχιλλεύς.
Χῖ δ᾽ ἄρα, τρὶς περὶ τεῖχος ἄγων κτάνεν Ἕκτορ᾽ Ἀχιλλεύς:
Ψῖ, Δαναοῖσιν ἀγῶνα διδοὺς ἐτέλεσσεν Ἀχιλλεύς.
, Πριάμῳ νέκυν υἷα λαβὼν γέρα δῶκεν Ἀχιλλεύς. [p. 216]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: