menecrates
παισὶν ἐπὶ προτέροις ἤδη τρίτον ἐν πυρὶ μήτηρ
θεῖσα, καὶ ἀπλήστῳ δαίμονι μεμφομένη, [p. 218]
τέτρατον ἄλγος ἔτικτε, καὶ οὐκ ἀνέμεινεν ἀδήλους
ἐλπίδας, ἐν δὲ πυρὶ ζωὸν ἔθηκε βρέφος,
‘οὐ θρέψω’ λέξασα:
τί γὰρ πλέον; Ἄϊδι μαστοὶ
κάμνετε: κερδήσω πένθος ἀμοχθότερον.