diodorus
Ἀδρήστειά σε δῖα, καὶ ἰχναίη σε φυλάσσοι
παρθένος, ἡ πολλοὺς ψευσαμένη, Νέμεσις.
δείδια σόν τε φυῆς ἐρατὸν τύπον, ἠδὲ σά, κοῦρε,
δήνεα, θεσπεσίης καὶ μένος ἠνορέης,
καὶ σοφίην, καὶ μῆτιν ἐπίφρονα. τοιάδε τέκνα,
Δροῦσε, πέλειν μακάρων πευθόμεθ᾽ ἀθανάτων.