tullius sabinus
Σμίνθος, ὁ παντοίης δαιτὸς λίχνος, οὐδὲ μυάγρης
δειλός, ὁ κἀκ θανάτου κέρδεα λῃζόμενος,
νευρολάλον Φοίβου χορδὴν θρίσεν ἡ δ᾽ ἐπὶ πῆχυν
ἑλκομένη θηρὸς λαιμὸν ἀπεβρόχισεν.
τόξων εὐστοχίην θαυμάζομεν ὃς δὲ κατ᾽ ἐχθρῶν
ἤδη καὶ κιθάρην εὔστοχον ὅπλον ἔχει. [p. 228]