crinagoras
κἢν μυχὸν Ἑρκυναῖον, ἢ ἐς πύματον Σολόεντα
ἔλθῃ καὶ Λιβυκῶν κράσπεδον Ἑσπερίδων
Καῖσαρ ὁ πουλυσέβαστος, ἅμα κλέος εἶσιν ἐκείνῳ
πάντῃ. Πυρήνης ὕδατα μαρτύρια:
οἷσι γὰρ οὐδὲ πέριξ δρυτόμοι ἀπεφαιδρύναντο,
λουτρὰ καὶ ἠπείρων ἔσσεται ἀμφοτέρων.