theocritus
Λῆς, ποτὶ τᾶν Μοισᾶν, διδύμοις αὐλοῖσιν ἀεῖσαι
ἁδὺ τί μοι; κἠγὼ πακτίδ᾽ ἀειράμενος
ἀρξεῦμαί τι κρέκειν: ὁ δὲ βωκόλος ἐγγύθεν ᾀσεῖ
Δάφνις, κηροδέτῳ πνεύματι μελπόμενος.
ἐγγὺς δὲ στάντες λασιαύχενος ἔνδοθεν ἄντρου
Πᾶνα τὸν αἰγιβάταν ὀρφανίσωμες ὕπνου.