previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


moschus
ἔρως δραπέτης
Κύπρις τὸν Ἔρωτα τὸν υἱέα μακρὸν ἐβώστρει:
εἴ τις ἐνὶ τριόδοισι πλανώμενον εἶδεν Ἔρωτα,
δραπετίδας ἐμός ἐστιν: μανυτὰς γέρας ἑξεῖ.
μισθός τοι τὸ φίλαμα τὸ Κύπριδος: ἢν δ᾽ ἀγάγῃς νιν,
οὐ γυμνὸν τὸ φίλαμα, τὺ δ᾽, ξένε, καὶ πλέον ἑξεῖς.
ἔστι δ᾽ παῖς περίσαμος: ἐν εἴκοσι πᾶσι μάθοις νιν.
χρῶτα μὲν οὐ λευκός, πυρὶ δ᾽ εἴκελος: ὄμματα δ᾽ αὐτοῦ
δριμύλα καὶ φλογόεντα: κακαὶ φρένες, ἁδὺ λάλημα:
οὐ γὰρ ἴσον νοέει καὶ φθέγγεται: ὡς μέλι φωνά
ἢν δὲ χολᾷ, νόος ἐστὶν ἀνάμερος: ἠπεροπευτάς,
οὐδὲν ἀλαθεύων, δόλιον βρέφος, ἄγρια παίσδει.
εὐπλόκαμον τὸ κάρανον ἔχει δ᾽ ἰταμὸν τὸ πρόσωπον. [p. 246]
μικκύλα μὲν τήνῳ τὰ χερύδρια, μακρὰ δὲ βάλλει:
βάλλει δ᾽ εἰς Ἀχέροντα καὶ Ἀίδεω βασιλῆα.
γυμνὸς μὲν τό γε σῶμα, νόος δ᾽ οἱ ἐμπεπύκασται:
καὶ πτερόεις ὅσον ὄρνις ἐφίπταται ἄλλοτ᾽ ἐπ᾽ ἄλλως
ἀνέρας ἠδὲ γυναῖκας, ἐπὶ σπλάγχνοις δὲ κάθηται
τόξον ἔχει μάλα βαιόν, ὑπὲρ τόξω δὲ βέλεμνον
τυτθὸν ἑοῖ τὸ βέλεμνον, ἐς αἰθέρα δ᾽ ἄχρι φορεῖται:
καὶ χρύσεον περὶ νῶτα φαρέτριον ἔνδοθι δ᾽ ἐντὶ
τοὶ πικροὶ κάλαμοι, τοῖς πολλάκι κἀμὲ τιτρώσκει.
πάντα μὲν ἄγρια, πάντα: πολὺ πλέον δαῒς αὐτῷ
βαιὰ λαμπὰς ἐοῖσα, τὸν Ἃλιον αὐτὸν ἀναίθει.
ἢν τὺ γ᾽ ἕλῃς τῆνον, δήσας ἄγε, μηδ᾽ ἐλεήσῃς:
κἢν ποτ᾽ ἴδῃς κλαίοντα, φυλάσσεο μή σε πλανήσῃ:
κἢν γελάῃ, τύ νιν ἕλκε: καὶ ἢν ἐθέλῃ σε φιλᾶσαι,
φεῦγε: κακὸν τὸ φίλαμα, τὰ χείλεα φάρμακον ἐντί.
ἢν δὲ λέγῃ, Λάβε ταῦτα, χαρίζομαι ὅσσα μοι ὅπλα,
μὴ τὺ θίγῃς πλάνα δῶρα: τὰ γάρ πυρὶ πάντα βέβαπται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: