anonymi epigrammatici
τί ἂν εἴποι Ὀδυσσεὺς ἐπιβὰς τῆς Ἰθάκηςχαῖρ᾽ Ἰθάκη: μετ᾽ ἄεθλα, μετ᾽ ἄλγεα πικρὰ θαλάσσης
ἀσπασίως τεὸν οὖδας ἱκάνομαι, ὄφρα νοήσω [p. 256]
Λαέρτην, ἄλοχόν τε καὶ ἀγλαὸν υἱέα μοῦνον
σὸς γὰρ ἔρως κατέθελξεν ἐμὸν νόον. οἶδα καὶ αὐτός,
‘ ὡς οὐδὲν γλύκιον ἧς πατρίδος οὐδὲ τοκήων.’