anonymi epigrammatici
τί ἂν εἴποι Εἰδοθέα ἰδοῦσα τὴν Ἑλένην ἐν Φάρῳ
οἰκτείρω σὸν κάλλος, ἐπεὶ Διός ἐσσι γενέθλη.
εἰσορόω γὰρ ἄγαλμα διοτρεφές: ἀτρεκέως δὲ [p. 264]
Τρωσί τε καὶ Δαναοῖσι μάχη δεκέτηρος ἐτύχθης.
ποῦ Διὸς αἰγιόχοιο, τεοῦ γενετῆρος, ἀρωγαί;
ἔμπης δ᾽ ἔρχεο θᾶσσον, ἀπήμονα νόστον ἑλοῦσα
Εἰδοθέης ἰότητι, κακῆς ἐπὶ νῶτα θαλάσσης.