antipater
κλεινὴν οὐκ ἀπόφημι: σὲ γὰρ προπάροιθεν ἔθηκαν
κλῄζεσθαι πτηνοί, Τῆνε, Βορηιάδαι.
ἀλλὰ καὶ Ὀρτυγίην εἶχε κλέος, οὔνομα δ᾽ αὐτῆς
ἤρχετο Ῥιπαίων ἄχρις Ὑπερβορέων.
νῦν δὲ σὺ μὲν ζώεις, ἡ δ᾽ οὐκέτι: τίς κεν ἐώλπει
ὄψεσθαι Τήνου Δῆλον ἐρημοτέρην;