diodorus zonas
νύμφαι ἐποχθίδιαι, Νηρηίδες, εἴδετε Δάφνιν
χθιζόν, ἐπαχνιδίαν ὡς ἀπέλουσε κόνιν,
ὑμετέραις λιβάδεσσιν ὅτ᾽ ἔνθορε σειριόκαυτος,
ἠρέμα φοινιχθεὶς μᾶλα παρηίδια.
εἴπατέ μοι, καλὸς ἦν; ἢ ἐγὼ τράγος οὐκ ἄρα κνάμαν
μοῦνον ἐγυιώθην, ἀλλ᾽ ἔτι καὶ κραδίαν;