philippus
Ἕβρου Θρηικίου κρυμῷ πεπεδημένον ὕδωρ
νήπιος εἰσβαίνων οὐκ ἔφυγεν θάνατον
ἐς ποταμὸν δ᾽ ἤδη λαγαρούμενον ἴχνος ὀλισθὼν,
κρυμῷ τοὺς ἁπαλοὺς αὐχένας ἀμφεκάρη.
καὶ τὸ μὲν ἐξεσύρη λοιπὸν δέμας: ἡ δὲ μένουσα
ὄψις ἀναγκαίην εἶχε τάφου πρόφασιν.
δύσμορος ἧς ὠδῖνα διείλατο πῦρ τε καὶ ὕδωρ:
ἀμφοτέρων δὲ δοκῶν, οὐδενός ἐστιν ὅλως.