callimachus
μικρή τις, Διόνυσε, καλὰ πρήσσοντι ποιητῇ
ῥῆσις ὁ μὲν ‘ νικῶ ’ φησὶ τὸ μακρότατον
ᾧ δὲ σὺ μὴ πνεύσῃς ἐνδέξιος, ἤν τις ἔρηται,
‘ πῶς ἔβαλες;’ φησί, ‘σκληρὰ τὰ γιγνόμενα.’
τῷ μερμηρίξαντι τὰ μἤνδικα τοῦτο γένοιτο
τοὖπος: ἐμοὶ δ᾽, ὦναξ, ἡ βραχυσυλλαβίη.