cometas scholasticus
ἐν Ἀναζάρβῳνωθρὸς ἐγὼ τελέθεσκον ἀπ᾽ ἰξύος ἐς πόδας ἄκρους
τῆς πρὶν ἐνεργείης δηρὸν ἀτεμβόμενος,
ζωῆς καὶ θανάτοιο μεταίχμιον, Ἄϊδι γείτων,
μοῦνον ἀναπνείων, τἆλλα δὲ πάντα νέκυς.
ἀλλὰ σοφός με Φίλιππος, ὃν ἐν γραφίδεσσι δοκεύεις,
ζώγρησεν, κρυερὴν νοῦσον ἀκεσσάμενος:
αὖθις δ᾽ Ἀντωνῖνος, ἅπερ πάρος, ἐν χθονὶ βαίνω,
καὶ ποσὶ πεζεύω, καὶ ὅλος αἰσθάνομαι.