theocritus
τὸν τῶ Ζανὸς ὅδ᾽ ὗμιν υἱὸν ὡνήρ,
τὸν λειοντομάχαν, τὸν ὀξύχειρα,
πρᾶτος τῶν ἐπάνωθε μουσοποιῶν
Πείσανδρος συνέγραψεν οὑκ Καμείρου,
χὄσσους ἐξεπόνασεν εἶπ᾽ ἀέθλους:
τοῦτον δ᾽ αὐτὸν ὁ δᾶμος, ὡς σάφ᾽ εἰδῇς,
ἔστας1᾽ ἐνθάδε χάλκεον ποήσας,
πολλοῖς μησὶν ὄπισθε κἠνιαυτοῖς. [p. 334]