anonymi epigrammatici
γυμνὸν ἰδοῦσα Λάκαινα παλίντροπον ἐκ πολέμοιο
παῖδ᾽ ἑὸν ἐς πάτραν ὠκὺν ἱέντα πόδα,
ἀντίη ἀίξασα δι᾽ ἥπατος ἤλασε λόγχαν,
ἄρρενα ῥηξαμένα φθόγγον ἐπὶ κταμένῳ:
ἀλλότριον Σπάρτας, εἶπεν, γένος, ἔρρε πρὸς ᾄδαν,
ἔρρ᾽, ἐπεὶ ἐψεύσω πατρίδα καὶ γενέταν.