anonymi epigrammatici
εἰς λουτρὸν ἐν Σμύρνῃχῶρος, τίς μερόπων σε λιπαυγέα τὸ πρὶν ἐόντα
πλούσιον ἐν φέγγει θήκατο λουομένοις;
τίς δὲ καὶ αἰθαλόεντι ῥύπῳ πεπαλαγμένον ἄρτι,
κεῖνον ἀιστώσας, φαιδρὸν ἔδειξε δόμον;
φρὴν σοφὴ ὡς πᾶσιν Θεοδωριάς, ὣς ἐτεὸν δὴ
κἀν τούτῳ καθαρὴν δεικνύμενος κραδίην [p. 342]
ὃς γὰρ ἐὼν πόλιος κτεάνων ταμίης τε πατήρ τε,
κέρδεσιν ἐξ αὐτῶν οὐκ ἐμίηνε χέρας.
ἀλλὰ θεὸς φιλόπατριν, ἐρισθενές, ἄφθιτε Χριστέ,
πήματος αὐτὸν ἄτερ σῷζε τεῇ παλάμῃ.