marianus
εἰς ἕτερον λουτρὸν ὀνομαζόμενον Ἔρωταμητέρα Κύπριν ἔλουσεν Ἔρως ποτὲ τῷδε λοετρῷ,
αὐτὸς ὑποφλέξας λαμπάδι καλὸν ὕδωρ. [p. 348]
ἱδρὼς δ᾽ ἀμβροσίοιο χυθεὶς χροὸς ἄμμιγα λευκοῖς
ὕδασι, φεῦ πνοιῆς ὅσσον ἀνῆψεν ἔαρ:
ἔνθεν ἀεὶ ῥοδόεσσαν ἀναζείουσιν ἀυτμήν,
ὡς ἔτι τῆς χρυσῆς λουομένης Παφίης,