agathias scholasticus
εἰς τὰ θερμὰ τὰ Ἀγαμεμνόνεια ἐν Σμύρνᾐχῶρος ἐγὼ Δαναοῖς μεμελημένος, ἔνθα μολόντες
τῆς Ποδαλειρείης ἐξελάθοντο τέχνης.
ἕλκεα γὰρ μετὰ δῆριν ἐμοῖς ἀκέσαντο ῥεέθροις,
βαρβαρικῆς λόγχης ἰὸν ἀπωσάμενοι.
ἔνθεν ἀεξήθην ὀροφηφόρος: ἀντὶ δὲ τιμῆς
τὴν Ἀγαμεμνονέην εὗρον ἐπωνυμίην.