agathias scholasticus
εἰς σωτήρια ἐν Σμύρνῃ ἐν προαστείῳπᾶν τὸ βροτῶν σπατάλημα, καὶ ἡ πολύολβος ἐδωδὴ
ἐνθάδε κρινομένη τὴν πρὶν ὄλεσσε χάριν.
οἱ γὰρ φασιανοί τε καὶ ἰχθύες, αἳ θ᾽ ὑπὲρ ἴγδιν
τρίψιες, ἥ τε τόση βρωματομιξαπάτη
γίνεται ἐνθάδε κόπρος: ἀποσσεύει δ᾽ ἄρα γαστὴρ
ὁππόσα πειναλέη δέξατο λαυκανίη.
ὀψὲ δὲ γινώσκει τις, ὅτ᾽ ἄφρονα μῆτιν ἀείρων
χρυσοῦ τοσσατίου τὴν κόνιν ἐπρίατο,