Julianus
εἰς βῆμα τοῦ σοφιστοῦ Κρατεροῦδένδρον ἐγὼ μακαριστόν, ἐπεί ποτε μεσσόθεν ὕλης
ἱστάμενον λιγυροῖς ἐτρεφόμην ἀνέμοις,
ὀρνίθων ἐπίβαθρον ἐΰθροον: ἀλλὰ σιδήρῳ
ἐτμήγην, κλήρῳ κρείσσονος εὐτυχίης:
ἀντὶ γὰρ ὀρνίθων, Κρατεροῦ κρατεροῖς ὑπὸ μύθοις
ἄρδομαι, εὐμούσοις χεύμασι τηλεθάον. [p. 368]