agathias scholasticus
εἰς τάβλανἑζόμενος μὲν τῇδε παρ᾽ εὐλάιγγι τραπέζῃ
παίγνια κινήσεις τερπνὰ βολοκτυπίης.
μήτε δὲ νικήσας μεγαλίζεο, μήτε ἀπολειφθεὶς
ἄχνυσο, τὴν ὀλίγην μεμφόμενος βολίδα.
καὶ γὰρ ἐπὶ σμικροῖσι νόος διαφαίνεται ἀνδρός,
καὶ κύβος ἀγγέλλει βένθος ἐχεφροσύνης.