philippus
ἴδ᾽ ὡς ὁ πῶλος χαλκοδαιδάλῳ τέχνᾳ
κορωνιῶν ἕστηκε: δριμὺ γὰρ βλέπων
ὑψαυχενίζει, καὶ διηνεμωμένας
κορυφῆς ἐθείρας οὐρίωκεν ἐς δρόμον.
δοκέω, χαλινοὺς εἴ τις ἡνιοστρόφος
ἐναρμόσῃ γένυσσι κἀπικεντρίσᾐ,
ὁ σὸς πόνος, Λύσιππε, καὶ παρ᾽ ἐλπίδας
τάχ᾽ ἐκδραμεῖται: τᾷ τέχνᾳ γὰρ ἐμπνέει: