erycius
Εὔστοχα θηροβολεῖτε, κυναγέται, οἱ ποτὶ ταύταν
Πανὸς ὀρειώτα νισσόμενοι σκοπιάν,
αἴτε λίνοις βαίνοιτε πεποιθότες, αἴτε σιδάρῳ,
αἴτε καὶ ἰξευταὶ λαθροβόλῳ δόνακι:
κἀμέ τις ὑμείων ἐπιβωσάτω: οἶδά ποδάγραν
κοσμεῖν, καὶ λόγχαν, καὶ λίνα, καὶ καλάμους.