philippus
νηὸς ἐπειγομένης ὠκὺν δρόμον ἀμφεχόρευον
δελφῖνες, πελάγους ἰχθυφάγοι σκύλακες. [p. 44]
καπροφόνος δὲ κύων θηρσὶν κείνους ἰκελώσας
δύσμορος, ὡς ἐπὶ γῆν εἰς βυθὸν ἐξέθορεν.
ὤλετο δ᾽ ἀλλοτρίης θήρης χάριν: οὐ γὰρ ἐλαφρὸς
πάντων ἐστὶ κυνῶν ὁ δρόμος ἐν πελάγει.