philippus
μεμφομένη Βορέην ἐπεπωτώμην ὑπὲρ ἅλμης:
πνεῖ γὰρ ἐμοὶ Θρῄκης ἤπιος οὐδ᾽ ἄνεμος.
ἀλλά με τὴν μελίγηρυν ἀηδόνα δέξατο νώτοις
δελφίν, καὶ πτηνὴν πόντιος ἡνιόχει.
πιστοτάτῳ δ᾽ ἐρέτῃ πορθμευομένη, τὸν ἄκωπον
ναύτην τῇ στομάτων θέλγον ἐγὼ κιθάρῃ.
εἰρεσίην δελφῖνες ἀεὶ Μούσῃσιν ἄμισθον
ἤνυσαν οὐ ψεύστης μῦθος Ἀριόνιος.