statyllius flaccus
Οἰδίποδες δισσοί σε, καὶ Ἠλέκτρη βαρύμηνις,
καὶ δείπνοις ἐλαθεὶς Ἀτρέος Ἠέλιος,
ἄλλα τε πουλυπαθέσσι, Σοφόκλεες, ἀμφὶ τυράννοις
ἄξια τῆς Βρομίου βύβλα χοροιτυπίης,
ταγὸν ἐπὶ τραγικοῖο κατῄνεσσαν θιάσοιο,
αὐτοῖς ἡρώων φθεγξάμενον στόμασι.