leonidas
Λεωνιδοτὀ πλόος ὡραῖος: καὶ γὰρ λαλαγεῦσα χελιδὼν
ἤδη μέμβλωκεν, χὠ χαρίεις Ζέφυρος:
λειμῶνες δ᾽ ἀνθεῦσι, σεσίγηκεν δὲ θάλασσα
κύμασι καὶ τρηχεῖ πνεύματι βρασσομένη.
ἀγκύρας ἀνέλοιο, καὶ ἐκλύσαιο γύαια,
ναυτίλε, καὶ πλώοις πᾶσαν ἐφεὶς ὀθόνην.
ταῦθ᾽ ὁ Πρίηπος ἐγὼν ἐπιτέλλομαι ὁ λιμενίτας,
ὤνθρωφ᾽, ὡς πλώοις πᾶσαν ἐπ᾽ ἐμπορίην.