paulus silentiarius
μήτε βαθυκτεάνοιο τύχης κουφίζεο ῥοίζῳ,
μήτε σέο γνάμψῃ φροντὶς ἐλευθερίην.
πᾶς γὰρ ὑπ᾽ ἀσταθέεσσι βίος πελεμίζεται αὔραις,
τῇ καὶ τῇ θαμινῶς ἀντιμεθελκόμενος.
ἡ δ᾽ ἀρετὴ σταθερόν τι καὶ ἄτροπον, ἧς ἔπι μούνης
κύματα θαρσαλέως ποντοπόρει βιότου. [p. 42]